Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.318 Joseph. AJ 5.322 (English) >>Joseph. AJ 5.327

5.320καὶ Ναάμις πικρῶς ἐπὶ τοῖς συμβεβηκόσι φέρουσα καὶ τὴν ὑπʼ ὄψιν τῶν φιλτάτων ἐρημίαν οὐχ ὑπομένουσα, διʼ ἣν καὶ τῆς πατρίδος ἐξεληλύθει, πάλιν εἰς αὐτὴν ἀπηλλάττετο· 5.321καὶ γὰρ ἤδη καλῶς τὰ κατʼ αὐτὴν ἐπυνθάνετο χωρεῖν. οὐκ ἐκαρτέρουν δὲ διαζευγνύμεναι αὐτῆς αἱ νύμφαι, οὐδὲ παραιτουμένη βουλομένας συνεξορμᾶν πείθειν ἐδύνατο, ἀλλʼ ἐγκειμένων εὐξαμένη γάμον εὐτυχέστερον αὐταῖς οὗ διημαρτήκεσαν παισὶ τοῖς αὐτῆς γαμηθεῖσαι καὶ τῶν ἄλλων ἀγαθῶν κτῆσιν, ὅτε τὰ πρὸς αὐτὴν οὕτως ἐστί, 5.322μένειν αὐτόθι παρεκάλει καὶ μὴ συμμεταλαμβάνειν αὐτῇ βούλεσθαι πραγμάτων ἀδήλων τὴν πάτριον γῆν καταλιπούσας. μὲν οὖν Ὀρφᾶ μένει, τὴν δὲ Ῥούθην μὴ πεισθεῖσαν ἀπήγαγε κοινωνὸν παντὸς τοῦ προστυχόντος γενησομένην. 5.323

Ἐλθοῦσαν δὲ Ῥούθην μετὰ τῆς πενθερᾶς εἰς τὴν Βηθλεέμων Βοώζης Ἀβιμελέχου συγγενὴς ὢν δέχεται ξενίᾳ. καὶ Ναάμις, προσαγορευόντων αὐτὴν ὀνομαστί, δικαιότερον εἶπε Μαρὰν καλεῖτέ με· σημαίνει δὲ καθʼ Ἑβραίων γλῶτταν ναάμις μὲν εὐτυχίαν, μαρὰ δὲ ὀδύνην. 5.324ἀμήτου δὲ γενομένου ἐξῄει καλαμησομένη κατὰ συγχώρησιν τῆς πενθερᾶς Ῥούθη, ὅπως τροφῆς εὐποροῖεν, καὶ εἰς τὸ Βοώζου τυχαίως ἀφικνεῖται χωρίον. παραγενόμενος δὲ Βόαζος μετʼ ὀλίγον καὶ θεασάμενος τὴν κόρην ἀνέκρινε τὸν ἀγροκόμον περὶ τῆς παιδός. δὲ μικρὸν ἔμπροσθεν παρʼ αὐτῆς ἅπαντα προπεπυσμένος ἐδήλου τῷ δεσπότῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.318 Joseph. AJ 5.322 (English) >>Joseph. AJ 5.327

Powered by PhiloLogic